Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα γυνή τὴν σὴν αἰσθομένη Θεότητα μυροφόρου ἀναλαβοῦσα τάξιν ὀδυρομένη μύρα Σοι πρὸ τοῦ ἐνταφιασμοῦ κομίζει. Οἴμοι! λέγουσα ὅτι νὺξ μοι ὑπάρχει οἶστρος ἀκολασίας ζοφώδης τε καὶ ἀσέληνος ἔρως τῆς ἁμαρτίας. Δέξαι μου τὰς πηγάς τῶν δακρύων ὁ νεφέλαις διεξάγων τῆς θαλάσσης τὸ ὕδωρ κάμφθητί μοι πρὸς τοὺς στεναγμούς τῆς…


Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα γυνή
τὴν σὴν αἰσθομένη Θεότητα
μυροφόρου ἀναλαβοῦσα τάξιν
ὀδυρομένη μύρα Σοι
πρὸ τοῦ ἐνταφιασμοῦ κομίζει.
Οἴμοι! λέγουσα
ὅτι νὺξ μοι ὑπάρχει
οἶστρος ἀκολασίας
ζοφώδης τε καὶ ἀσέληνος
ἔρως τῆς ἁμαρτίας.
Δέξαι μου τὰς πηγάς τῶν δακρύων
ὁ νεφέλαις διεξάγων τῆς θαλάσσης τὸ ὕδωρ
κάμφθητί μοι πρὸς τοὺς στεναγμούς τῆς καρδίας
ὁ κλίνας τοὺς οὐρανούς
τῇ ἀφάτῳ Σου κενώσει.
Καταφιλήσω τοὺς ἀχράντους Σου πόδας
ἀποσμήξω τούτους δὲ πάλιν
τοῖς τῆς κεφαλῆς μου βοστρύχοις
ὧν ἐν τῷ Παραδείσῳ Εὔα τὸ δειλινόν
κρότον τοῖς ὠσίν ἠχηθεῖσα τῷ φόβῳ ἐκρύβη.
Ἁμαρτιῶν μου τὰ πλήθη
καὶ κριμάτων μου ἀβύσσους
τὶς ἐξιχνιάσει ψυχοσῶστα Σωτήρ μου;
Μὴ με τὴν σὴν δούλην παρίδῃς
ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος.
——————————————————–
0 Lord, the woman who had fallen into many sins,
perceiving Your divinity,
took the part of a myrrh-bearer;
weeping, she brings oils of myrrh
before your burial.

“Woe to me,” she says, “for night
is a frenzy of license to me,
a dark, moonless love of sin.

“Receive the fountains of my tears,
O You who gather the sea-waters into clouds
Incline to the groanings of my heart,
O You who laid low the heavens by Your ineffable humility.

“I shall kiss Your immaculate feet,
wipe them again with the hair of my head,
those feet at whose sound Eve in Paradise hid for fear.

“The multitude of my sins, the depths of your judgments,
who can search them out, O Savior of souls?
Do not despise me, Your handmaiden,
O You whose mercy admits of no measure.”