-Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου. Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν Σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾌδου πάντας ἐλευθερώσαντα. -Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου. Λίαν πρωΐ, Μυροφόροι ἕδραμον, πρὸς τὸ μνήμά Σου θρηνολογοῦσαι, ἀλλ' ἐπέστη,…


-Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν Σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾌδου πάντας ἐλευθερώσαντα.
-Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου.
Λίαν πρωΐ, Μυροφόροι ἕδραμον, πρὸς τὸ μνήμά Σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε, “θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δὲ Ἀπόστόλοις εἴπατε”.
-Δόξα Πατρί καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἁγίαν Τριάδα, ἐν μιὰ τῇ οὐσία, σὺν τοὶς Σεραφίμ, κράζοντες τὸ “Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Κύριε”.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα Σοὶ ὁ Θεός.
———
-Blessed art Thou 0 Lord teach me Thy statutes.
The company of angels was amazed, beholding Thee, 0 Savior, numbered among the dead, who hast destroyed the power of death, and raised up Adam with Thy
self, setting all men free from Hades.
-Blessed art Thou 0 Lord teach me Thy statutes.
The women bearing sweet smelling ointment, hastened early in the morning to Thy tomb lamenting, but the angel arose before them and said:
The time for lamentation has ceased weep not. But tell the apostles of the resurrection”.
-Glory to the Father and to the Son and to the Holy Spirit.
We worship the Father together with His Son and the Holy Spirit, the Holy Trinity one in essence, and we cry with the seraphim:
“Holy, Holy, Holy art Thou, 0 Lord”.
Alleluia, Alleluia, Alleluia, Glory to Thee, 0 God.