Psalm 135 (136) Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Ἐξομολογεῖσθε τῷ Θεῷ τῶν θεῶν, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Ἐξομολογεῖσθε τῷ Κυρίῳ τῶν κυρίων, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα…
Psalm 135 (136)
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Ἐξομολογεῖσθε τῷ Θεῷ τῶν θεῶν, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Ἐξομολογεῖσθε τῷ Κυρίῳ τῶν κυρίων, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα.
—–
0, give thanks to the Lord, for He is good, Alleluia. For His mercy endures forever, Alleluia. 0, give thanks to the God of gods, Alleluia. For His mercy endures forever, Alleluia. 0, give thanks to the Lord of lords, Alleluia. For His mercy endures forever, Alleluia. To Him who alone does great wonders, Alleluia. For His mercy endures forever, Alleluia. To Him who by wisdom made the heavens, Alleuia. For His mercy endures forever, Alleluia. To Him who laid out the earth above the waters, Alleluia. For His mercy endures forever, Alleluia. To Him who made great lights, Alleluia. For His mercy endures forever, Alleluia. The sun to rule by day, Alleluia. For His mercy endures forever, Alleluia. The moon and stars to rule by night, Alleluia. For His mercy endures forever, Alleluia. Who remembered us in our lowly state, Alleluia. For His mercy endures forever, Alleluia.
And rescued us from our enemies, Alleluia. For His mercy endures forever, Alleluia. Who gives food to all flesh, Alleluia. For His mercy endures forever, Alleluia. 0, give thanks to the God of heaven, Alleluia. For His mercy endures forever, Alleluia.